Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.61 Joseph. AJ 1.65 (English) >>Joseph. AJ 1.70

1.63Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας. 1.64τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δʼ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν. 1.65πατὴρ δὲ θυγατρὸς γενόμενος Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν. 1.66ἔτι δὲ ζῶντος Ἀδάμου Κάιος τοὺς ἐγγόνους πονηροτάτους συνέβη γενέσθαι κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα· πρός τε γὰρ πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς λῃστείαν ὡρμήκεσαν, ἄλλος δʼ εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν, ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων καὶ πλεονεκτῶν. 1.67

Ἄδαμος δὲ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντʼ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.61 Joseph. AJ 1.65 (English) >>Joseph. AJ 1.70

Powered by PhiloLogic